Psalms 27

1
LXX: Psa.26:1
τοῦ Δαυιδ· πρὸ Τοῦ χρισθῆναι. κύριος φωτισμός μου· καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου ἀπὸ τίνος δειλιάσω;
2
LXX: Psa.26:2
ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν·
3
LXX: Psa.26:3
ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται καρδια μου· ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.
4
LXX: Psa.26:4
μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.
5
LXX: Psa.26:5
ὅτι ἔκρυψέν με· ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσέν με
6
LXX: Psa.26:6
καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου· ἐπ' ἐχθρούς μου ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ.
7
LXX: Psa.26:7
εἰσάκουσον, κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.
8
LXX: Psa.26:8
σοὶ εἶπεν καρδία μου· Ἐζήτησεν τὸ πρόσωπόν μου τὸ πρόσωπόν σου, κύριε, ζητήσω.
9
LXX: Psa.26:9
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου· ἀπ' ἐμοῦ, μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου βοηθός μου. γενοῦ, μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με θεὸς σωτήρ μου
10
LXX: Psa.26:10
ὅτι πατήρ μου καὶ μήτηρ μου ἐγκατέλιπόν με, δὲ κύριος προσελάβετό με.
11
LXX: Psa.26:11
νομοθέτησόν με, κύριε, τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.
12
LXX: Psa.26:12
μὴ παραδῷς με, εἰς ψυχὰς θλιβόντων με ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἀδικία ἑαυτῇ.
13
LXX: Psa.26:13
πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων.
14
LXX: Psa.26:14
ὑπόμεινον τὸν κύριον· ἀνδρίζου, καὶ κραταιούσθω καρδία σου, καὶ ὑπόμεινον τὸν κύριον.
Copyright information for LXX